Το Ευαγγέλιο και ο Απόστολος της Κυριακής της Απόκρεω

0

Εὐαγγέλιο: Κυριακῆς Ἀπόκρεω (Ματθ. κε΄ 31-46)

31 Ὅταν δὲ ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ καὶ πάντες οἱ ἅγιοι ἄγγελοι μετ᾿ αὐτοῦ, τότε καθίσει ἐπὶ θρόνου δόξης αὐτοῦ, 32 καὶ συναχθήσεται ἔμπροσθεν αὐτοῦ πάντα τὰ ἔ-θνη, καὶ ἀφοριεῖ αὐτοὺς ἀπ᾿ ἀλλήλων ὥσπερ ὁ ποιμὴν ἀφορίζει τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων, 33 καὶ στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν αὐτοῦ, τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων. 34 τότε ἐρεῖ ὁ βασιλεὺς τοῖς ἐκ δεξιῶν αὐτοῦ· δεῦτε οἱ εὐ­λογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοι­­­μα­σμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. 35 ἐπείνασα γάρ, καὶ ἐδώ­κατέ μοι φαγεῖν, ἐδίψησα, καὶ ἐποτίσατέ με, ξένος ἤμην, καὶ συνηγάγετέ με, 36 γυμνός, καὶ περιεβάλετέ με, ἠσθένησα, καὶ ἐπεσκέψασθέ με, ἐν φυλακῇ ἤμην, καὶ ἤλθετε πρός με. 37 τότε ἀποκριθήσονται αὐ­­­τῷ οἱ δίκαιοι λέγοντες· κύ­­ριε, πότε σε εἴδομεν πεινῶν­­τα καὶ ἐθρέψαμεν, ἢ διψῶν­τα καὶ ἐποτίσαμεν; 38 πότε δέ σε εἴδομεν ξένον καὶ συνηγάγομεν, ἢ γυμνὸν καὶ περιεβάλομεν; 39 πότε δέ σε εἴδομεν ἀσθενῆ ἢ ἐν φυλακῇ, καὶ ἤλθο­μεν πρός σε; 40 καὶ ἀποκριθεὶς ὁ βασιλεὺς ἐρεῖ αὐτοῖς· ἀμὴν λέγω ὑμῖν, ἐφ᾿ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε. 41 τότε ἐρεῖ καὶ τοῖς ἐξ εὐω­νύ­μων· πορεύεσθε ἀπ᾿ ἐμοῦ οἱ κατηραμένοι εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγ­γέ­λοις αὐτοῦ. 42 ἐπείνασα γάρ, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν, ἐδίψησα, καὶ οὐκ ἐποτίσατέ με, 43 ξένος ἤμην, καὶ οὐ συνηγάγετέ με, γυμνός, καὶ οὐ περιεβάλετέ με, ἀσθενὴς καὶ ἐν φυλακῇ, καὶ οὐκ ἐπε­σκέ­ψασθέ με. 44 τότε ἀποκριθήσονται αὐτῷ καὶ αὐτοὶ λέγοντες· κύριε, πότε σε εἴδομεν πεινῶντα ἢ διψῶντα ἢ ξένον ἢ γυμνὸν ἢ ἀσθενῆ ἢ ἐν φυλακῇ, καὶ οὐ διηκονήσαμέν σοι; 45 τότε ἀποκριθήσεται αὐ-τοῖς λέγων· ἀμὴν λέγω ὑμῖν, ἐφ᾿ ὅσον οὐκ ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, οὐ­δὲ ἐμοὶ ἐποιήσατε. 46 καὶ ἀπελεύσονται οὗτοι εἰς κόλασιν αἰώνιον, οἱ δὲ δί­καιοι εἰς ζωὴν αἰώνιον.

ΕΡΜΗΝΕΙΑ Π. Ν. ΤΡΕΜΠΕΛΑ

31 Ὅταν λοιπόν ἔλθει ὁ υἱός τοῦ ἀνθρώπου μέ τή δό­ξα του καί μαζί του ὅλοι οἱ ἅγιοι ἄγγελοι, τότε θά καθίσει σέ θρόνο ἔνδοξο καί λαμπρό. 32 Καί θά συναχθοῦν μπροστά του ὅλα τά ἔθνη, ὅλοι δη­λαδή οἱ ἄνθρωποι πού ἔζησαν ἀπ’ τήν ἀρχή τῆς δη­μι­ουργίας μέχρι τό τέλος τοῦ κόσμου. Καί θά τούς χωρίσει τόν ἕνα ἀπό τόν ἄλλο, ὅπως ὁ βοσκός χωρίζει τά πρόβατα ἀπό τά γίδια. 33 Καί θά τοποθετήσει τούς δικαίους, πού εἶναι ἥμεροι σάν τά πρόβατα, στά δεξιά του· ἐνῶ τούς ἁμαρτωλούς, πού εἶναι ἀτίθασοι καί ἄτακτοι σάν τά γίδια, θά τούς βά­λει στά ἀριστερά του. 34 Τότε θά πεῖ ὁ βασιλιάς σ’ ἐκείνους πού θά εἶναι στά δεξιά του: Ἐλᾶτε ἐσεῖς πού εἶστε εὐλογημένοι ἀπό τόν Πατέρα μου, κληρονομῆστε τή βασιλεία πού ἔχει ἑτοιμαστεῖ γιά σᾶς ἀπό τότε πού θεμελιωνόταν ὁ κόσμος. 35 Σᾶς ἀνήκει ἡ κληρονομιά αὐτή· διότι πείνασα καί μοῦ δώσατε νά φάω, ἤμουν διψασμένος καί μοῦ δώσατε νά πιῶ, ἤμουν ξένος καί δέν εἶχα ποῦ νά μείνω καί μέ περιμαζέψατε στό σπίτι σας, 36 ἤμουν γυμνός καί μέ ντύσατε, ἀρρώστησα καί μέ ἐπισκεφθήκατε, ἤμουν μέσα στή φυλακή καί ἤλθατε νά μέ δεῖτε καί νά μέ παρηγορήσετε. 37 Τότε θά τοῦ ἀποκριθοῦν οἱ δίκαιοι: Κύ­ριε, πότε σέ εἴδαμε πεινασμένο καί σέ θρέψαμε, ἤ διψασμένο καί σοῦ δώσαμε νά πιεῖς; 38 Καί πότε σέ εἴδαμε ξένο καί σέ περιμαζέψαμε, ἤ γυμνό καί σέ ντύσαμε; 39 Καί πότε σέ εἴδαμε ἄρρωστο ἤ φυλακισμένο καί ἤλθαμε νά σέ ἐπισκεφθοῦμε; 40 Τότε θά τούς ἀποκριθεῖ ὁ βασιλιάς: Ἀληθινά σᾶς λέω ὅτι κάθε τι πού κάνατε σ’ ἕναν ἀπό τούς φτωχούς αὐτούς ἀδελφούς μου πού φαίνονταν ἄσημοι καί πολύ μικροί, τό κάνατε σέ μένα. 41 Τότε θά πεῖ καί σέ κείνους πού θά εἶναι στά ἀριστερά του: Ἐσεῖς πού ἀπό τά ἔργα σας γίνατε καταραμένοι, φύγετε μακριά ἀπό μένα στό πῦρ τό αἰώνιο, πού ἔχει ἑτοιμασθεῖ γιά τό διάβολο καί τούς ἀγγέλους του. 42 Διότι πείνασα καί δέν μοῦ δώσατε νά φάω, δίψασα καί δέν μοῦ δώσατε νά πιῶ, 43 ἤμουν ξένος καί δέν μέ περιμαζέψατε νά μέ φιλο­ξε­νήσετε, ἤμουν γυμνός καί δέν μέ ντύσατε, ἤμουν ἄρ­ρω­στος καί μέσα στή φυλακή καί δέν μέ ἐπι­σκε­φθή­κα­τε. 44 Τότε θά τοῦ ἀποκριθοῦν κι αὐτοί: Κύριε, πότε σέ εἴ­δαμε νά πεινᾶς ἤ νά διψᾶς ἤ νά εἶσαι ξένος ἤ γυμνός ἤ ἄρρωστος ἤ φυλακισμένος, καί δέν σέ ὑπηρετήσαμε; 45 Τότε θά τούς ἀποκριθεῖ: Ἀληθινά σᾶς λέω, κάθε τι πού δέν κάνατε σ’ ἕναν ἀπ’ αὐτούς πού ὁ κόσμος θεωροῦσε πολύ μικρούς, οὔτε σέ μένα τό κάνατε. 46 Καί θά ὁδηγηθοῦν αὐτοί σέ κόλαση πού δέν θά ἔχει τέλος, ἀλλά θά εἶναι αἰώνια· ἐνῶ οἱ δίκαιοι θά πᾶνε γιά νά ἀπολαύσουν ζωή αἰώνια.

ΑΠΟΣΤΟΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (23/2)

Ἀπόστολος: Κυρ. ἀπόκρεω (Α΄ Κορ. η΄ 8-θ΄ 2)

8 βρῶμα δὲ ἡμᾶς οὐ παρίστησι τῷ Θεῷ· οὔτε γὰρ ἐὰν φάγωμεν περισσεύομεν, οὔτε ἐὰν μὴ φάγωμεν ὑστερούμεθα. 9 βλέπετε δὲ μήπως ἡ ἐξου­σία ὑμῶν αὕτη πρόσκομμα γένηται τοῖς ἀσθε­νοῦσιν. 10 ἐὰν γάρ τις ἴδῃ σε, τὸν ἔχοντα γνῶσιν, ἐν εἰδωλείῳ κατακείμενον, οὐχὶ ἡ συνείδησις αὐτοῦ ἀσθενοῦς ὄντος οἰκοδομηθήσεται εἰς τὸ τὰ εἰδωλόθυτα ἐσθίειν; 11 καὶ ἀπολεῖται ὁ ἀσθενῶν ἀδελφὸς ἐπὶ τῇ σῇ γνώσει, δι᾿ ὃν Χριστὸς ἀπέθανεν. 12 οὕτω δὲ ἁμαρτάνοντες εἰς τοὺς ἀδελφοὺς καὶ τύπτοντες αὐτῶν τὴν συνείδησιν ἀσθενοῦσαν εἰς Χριστὸν ἁμαρτάνετε. 13 διόπερ εἰ βρῶμα σκανδαλίζει τὸν ἀδελφόν μου, οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα, ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίσω. 

θ΄ 1 Οὐκ εἰμὶ ἀπόστολος; οὐκ εἰμὶ ἐλεύθερος; οὐχὶ Ἰησοῦν Χριστὸν τὸν Κύριον ἡμῶν ἑώρακα; οὐ τὸ ἔργον μου ὑμεῖς ἐστε ἐν Κυρίῳ; 2 εἰ ἄλλοις οὐκ εἰμὶ ἀπό­στο­λος, ἀλλά γε ὑμῖν εἰμι· ἡ γὰρ σφραγὶς τῆς ἐμῆς ἀπο­­στο­λῆς ὑμεῖς ἐστε ἐν Κυρίῳ.

ΕΡΜΗΝΕΙΑ Π. Ν. ΤΡΕΜΠΕΛΑ

8 Ἐνῶ λοιπόν ὁ ἀσθενής ἀδελφός βλάπτεται, ἐσύ δέν ἔχεις νά κερδίσεις τίποτε ἀπό τό φαγητό αὐτό. Δέν εἶ­ναι τό φαγητό πού μᾶς παρουσιάζει εὐάρεστους στό Θεό. Διότι οὔτε ἐάν φᾶμε προκόπτουμε καί προοδεύου­με στήν ἀρετή, οὔτε ἐάν δέν φᾶμε ὑστεροῦμε καί μέ­νου­με πίσω σ’ αὐτήν. 9 Προσέχετε ὅμως μήπως τό δικαίωμα αὐτό πού ἔχετε νά τρῶτε ἀπ’ ὅλα, ἀκόμη καί τά εἰδωλόθυτα, γίνει αἰτία νά ἁμαρτήσουν οἱ ἀδελφοί σας πού εἶναι ἀδύναμοι στήν πίστη. 10 Καί εἶναι ἑπόμενο νά βλαβοῦν σοβαρά οἱ ἀδύναμοι ἀδελφοί. Διότι, ἐάν κανείς ἀπ’ αὐτούς δεῖ ἐσένα πού ἔ­χεις τήν ὀρθή γνώση νά κάθεσαι στό τραπέζι κάποιου να­­οῦ τῶν εἰδώλων, δέν θά παρασυρθεῖ καί δέν θά πα­γι­ωθεῖ ἡ συνείδησή του στό νά τρώει τά εἰδωλόθυτα ὡς κάτι ἱερό καί ἄξιο εὐλαβείας, ἀφοῦ αὐτός εἶναι ἀσθε­νής; 11 Καί θά χαθεῖ παρασυρόμενος στήν εἰδωλολατρία ὁ ἀδελφός σου πού εἶναι ἀδύνατος πνευματικά, ἐξαιτίας τῆς δικῆς σου γνώσεως. Ἀλλά γιά τή σωτηρία τοῦ ἀδελ­φοῦ σου αὐτοῦ ὁ Χριστός θυσίασε τή ζωή του. 12 Κι ἔτσι διαπράττετε ἁμάρτημα, ἀπό τό ὁποῖο βλάπτονται πολύ οἱ ἀδελφοί, καί γιά τό λόγο αὐτό ἀποτελεῖ ἁμάρτημα πρός τούς ἀδελφούς. Καί πληγώνετε ἔτσι καί χτυπᾶτε σκληρά τή συνείδησή τους, ἡ ὁποία εἶναι ἀ­σθε­­νική καί ἀδύνατη. Ἀλλά ὑποπίπτετε συγχρόνως καί σέ ἁμάρτημα πού ἀναφέρεται στόν ἴδιο τόν Χριστό, ὁ ὁποῖος πέθανε γιά νά σώσει τούς ἀδελφούς αὐτούς. 13 Γι’ αὐτό λοιπόν, ἐάν αὐτό πού τρώω γίνεται αἰτία σκαν­­­δάλου καί ἁμαρτίας στόν ἀδελφό μου, δέν θά φά­­­­­­­­­ω ποτέ ὁποιοδήποτε εἶδος κρεάτων, γιά νά μή σκαν­δα­­­­λίσω τόν ἀδελφό μου. Καί ἔρχομαι τώρα νά σᾶς δείξω ὅτι γιά τούς ἀδύνατους ἀδελφούς ἔκανα καί ἐξα­­­κο­­λου­­­­­­­­­­θῶ νά κάνω θυσίες τῶν δικαιωμάτων μου.

θ΄ 1 Δέν εἶμαι Ἀπόστολος μέ ἴσα δικαιώματα μέ τούς ἄλ­­λους Ἀποστόλους; Δέν εἶμαι ἐλεύθερος, ὅπως ὅλοι οἱ Χριστιανοί; Δέν εἶδα τόν Ἰησοῦ Χριστό τόν Κύριό μας; Καί δέν εἶστε ἐσεῖς τό ἔργο πού μέ τή βοήθεια τοῦ Κυρίου ἐπιτέλεσα; 2 Ἐάν γιά ἄλλους δέν εἶμαι Ἀπόστολος, τουλάχιστον ὅμως γιά σᾶς εἶμαι Ἀπόστολος. Διότι ἡ σφραγίδα μέ τήν ὁποία πιστοποιεῖται ἐπίσημα τό ἀποστολικό μου ἀξί­ωμα, μέ τή χάρη τοῦ Κυρίου, εἶστε ἐσεῖς, τούς ὁποί­ους ἐγώ ὁδήγησα στό Χριστό.

πηγή: ο Σωτήρ

ΕΝΝΟΩ ΤΗΝ ΗΜΕΡΑΝ ΕΚΕΙΝΗΝ ΚΑΙ ΤΗΝ ΩΡΑΝ…ΣΤΙΧΗΡΟ ΙΔΙΟΜΕΛΟΝ ΤΩΝ ΑΙΝΩΝ ΤΗ ΚΥΡΙΑΚΗ ΤΩΝ ΑΠΟΚΡΕΩ.

 

Εννοῶ τὴν ἡμέραν ἐκείνην καὶ τὴν ὥραν, ὅταν μέλλωμεν πάντες, γυμνοὶ καὶ ὡς κατάκριτοι, τῷ ἀδεκάστῳ Κριτῇ παρίστασθαι, τότε σάλπιγξ ἠχήσει μέγα, καὶ τὰ θεμέλια τῆς γῆς σεισθήσονται, καὶ οἱ νεκροὶ ἐκ τῶν μνημάτων ἐξαναστήσονται, καὶ ἡλικίᾳ μίᾳ πάντες γενήσονται, καὶ πάντων τὰ κρυπτὰ φανερὰ παρίστανται ἐνώπιόν σου, καὶ κόψονται, καὶ κλαύσονται, καὶ εἰς τὸ πῦρ τὸ ἐξώτερον ἀπελεύσονται, οἱ μηδέποτε μετανοήσαντες· καὶ ἐν χαρᾷ καὶ ἀγαλλιάσει, ὁ τῶν Δικαίων κλῆρος, εἰσελεύσεται εἰς παστάδα οὐράνιον.


ΨΑΛΕΙ Η 60ΜΕΛΗΣ ΧΟΡΩΔΙΑ ΤΟΥ ΑΡΧΟΝΤΟΣ ΜΟΥΣΙΚΟΔΙΔΑΣΚΑΛΟΥ ΚΑΙ ΠΡΩΤΟΨΑΛΤΟΥ ΤΗΣ ΜΕΓΑΛΗΣ ΤΟΥ ΧΡΙΣΤΟΥ ΕΚΚΛΗΣΙΑΣ ΘΕΟΔΩΡΟΥ ΒΑΣΙΛΙΚΟΥ-

https://antexoume.wordpress.com/

ΑΦΗΣΤΕ ΕΝΑ ΣΧΟΛΙΟ

Please enter your comment!
Please enter your name here